Τετάρτη 4 Μαΐου 2016

ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΟΥ ΧΡΙΣΤΟΦΟΡΟΥ 9-5-2016 ΠΛΗΡΗΣ




ΜΑΪΟΥ 2016
ΤΗ Θ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Χριστοφόρου.



ΙΕΡΗ ΑΚΟΛΟΥΘΙΑ   ΕΣΠΕΡΙΝΟΥ – ΟΡΘΡΟΥ- ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ - ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ

ΜΑΪΟΥ 2016
ΤΗ Θ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Χριστοφόρου καὶ τοῦ Ἁγίου Προφήτου Ἡσαϊου.
Ἀκολουθία Ψαλλομένη  τῇ 9η Μαΐου

Ἐκ τοῦ Μηναίου καί τὰ ἐλλείποντα ὑπὸ Μητροπολίτου Ἐδέσσης Ἰωήλ.

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Γλώττῃ ψευδοῤῥήμονι, ὁ δυσσεβέστατος τύραννος, ἠβουλήθη πανεύφημε, τὴν σὴν ἀμετάτρεπτον, καταλῦσαι γνώμην, ἀλλ’ αἵματι μάκαρ, ἐν τῷ σταδίῳ θαυμαστῶς, τῆς ἀθεΐας γλωσσῶν τὸ φρύαγμα, μετ’ ἤχου ἐξεφαύλισας, καὶ ὡς πανάγιον σφάγιον, προσηνέχθης τῷ Κτίστῃ σου, Χριστοφόρε ἀοίδιμε.

Ξίφει τελειούμενος, Μεγαλομάρτυς μακάριε, πρὸς τὰ ἄνω σκηνώματα, ἀνῆλθες γηθόμενος, ὑπὸ τῶν Ἀγγέλων, καὶ στέφος τῆς νίκης, ἀναδησάμενος σοφέ, πολυταράχου ἐχθροῦ τὰς φάλαγγας, δεινῶς κατετραυμάτισας, δι’ ὃ λιταῖς σου δεόμεθα, Χριστοφόρε ἀπόστησον, ἀφ’ ἡμῶν τὸν δυσώνυμον.

Ὅμιλον δημίων σου, τὸν ἐκτακέντα τῷ καύσωνι, ἀθεΐας πανόλβιε, τοῖς ῥείθροις κατήρδευσας, τῶν σεπτῶν δογμάτων, Χριστοῦ τοῦ Σωτῆρος, καὶ σεβασμάτων τῶν ψευδῶν, τὴν ματαιότητα ἀπεξήρανας, ἰσχύϊ τῇ τοῦ Πνεύματος, πανσθενουργῷ τοῦ Κυρίου σου, ὡς ἀστὴρ θεοπύρσευτος, διαλάμπων τοῖς πέρασι.

Πᾶσαν πολυμήχανον, τῶν ἀσεβούντων ἀπόνοιαν, τῶν μελῶν τὴν ἐκπύρωσιν, χαλκοῦν ἱματίδιον, αἰκισμοὺς ἀφάτους, πορνῶν τὰς ἐφέσεις, ἐρεσχελίας τῶν γλυπτῶν, τὰς ἐπιθέσεις τοῦ πολεμήτορος, βελίαρ τοῦ ἀλάστορος, καὶ τὴν τῆς κάρας ἀπότμησιν, σταθερῷ τῷ φρονήματι, καθυπέστης πανάριστε.

Δόξα. Ἦχος α΄.
Τοῖς φεγγοβόλοις σου λάμψεσι, τὸ σκότος τῆς πολυθεΐας ἐκδιώκων, τὴν παράφρονα τῶν διωκτῶν λύτταν κατέλυσας, καὶ λαμπρυνθεὶς τῇ τῶν ἄθλων λαμπρότητι, ἐχώρησας πρὸς τὴν τῆς κάρας ἐκτομήν, κληρούμενος τὰ οὐράνια, ὅθεν τανῦν μετὰ τῶν Μαρτύρων συναγάλλων, μὴ παύσῃ πρεσβεύων, Χριστοφόρε ἔνδοξε, ὑπὲρ πάντων ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὤφθης Μάρτυς Χριστοῦ, ὡς βότρυς ἀποστάζων, τὸν οἶνον ἰαμάτων, ὀξείᾳ σου πρεσβείᾳ, βροτοῖς τοῖς δεομένοις σου.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέρδος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Κάραν σου τὴν σεπτήν, γενναίως ὑποκλίνας, ὦ Χριστοφόρε Μάρτυς, τὴν τμῆσιν καθυπέστης, ὡς Μάρτυς ἀξιάγαστος.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Δρόσον τοῦ Οὐρανοῦ, ἐν μέσῳ τῶν βασάνων, ἐδέχθης Χριστοφόρε, Χριστοῦ ἐπιφανέντος, αὐγᾶσαί σε πανεύφημε.

Δόξα.Τριαδικόν.
Ἔρωτι πτερωθείς, Τριάδος τῆς Ἁγίας, ἀθύρματα ὡς παίδων, μυθεύματα εἰδώλων, ἐσκέδασεν ὁ πάντιμος.

Καὶ νῦν.Θεοτοκίον.
Μνήσθητι καὶ ἡμῶν, τῶν ἀνυμνούντων Κόρη, τὴν κλῆσίν Σου τὴν θείαν, πρεσβείαις Σου Παρθένε, πρὸς τὸν Υἱόν Σου Πάναγνε

Νῦν ἀπολύεις. Τρισάγιον. Ἀπολυτίκιον. Ἰωήλ. Ἦχος γ΄. Θείας πίστεως.
Ῥείθροις αἵματος, πεφοινιγμένος, πρὸς τὰ δώματα, τῶν Ἀθλοφόρων, ἀπὸ γῆς μετετέθης μακάριε, ὡς γὰρ ἀμνὸς Χριστοφόρε ἀμώμητος, ὑπὲρ Χριστοῦ τὴν σὴν κάραν ὑπέκλινας, Μάρτυς ἔνδοξε, ἀεὶ τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Ἕτερον τοῦ Μηναίου. Ἦχος δ' Ταχὺ προκατάλαβε.
Στολαῖς ταῖς ἐξ αἵματος, ὡραϊζόμενος, Κυρίῳ παρίστασαι, τῷ Βασιλεῖ οὐρανῶν, Χριστοφόρε ἀοίδιμε· ὅθεν σὺν Ἀσωμάτων, καὶ Μαρτύρων χορείαις, ᾄδεις τῇ τρισαγίῳ, καὶ φρικτῇ μελῳδίᾳ· διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, σῷζε τοὺς δούλους σου.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Ἀπόλυσις.


ΕΙΣ ΤΟΝ ΜΕΓΑΛΟ ΕΣΠΕΡΙΝΟΝ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκρξα ,ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια Στιχηρὰ ἐκ τοῦ Μηναίου.

Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

Τοῦ Χριστοφόρου τοὺς ἄθλους, δεῦτε τιμήσωμεν, δι' ὧν ἡμῖν πηγάζει ἡ ἀέναος χάρις,νΧριστοῦ τοῦ Ζωοδότου· καὶ γὰρ κραταιῶς, τοὺς ἐχθροὺς τροπωσάμενος, κατὰ παθῶν καὶ δαιμόνων καὶ ὀδυνῶν, τὴν ἐξουσίαν ἐκομίσατο.

Ἡ τῶν λειψάνων σου κόνις, θαυμάτων βλύζει πηγάς, τῶν κεραυνῶν τὴν λύσιν, καὶ λοιμῶν καὶ κινδύνων, τὴν λύτρωσιν παρέχει· διὸ σε καὶ νῦν, Χριστοφόρε πολύαθλε, ὁ σὸς λαὸς ἱκετεύει, ὅπως ἀεί, διασώζηται τῆς βλάβης αὐτῶν.

Σοῦ τὸ μνημόσυνον Μάρτυς, εὐωδιάζει τρανῶς, ἐαρινὰ ὡς ῥόδα, τὰ πολύαθλα πάθη, τῶν σῶν ἀγωνισμάτων, δι' ὧν ἀσθενεῖς, ἐμπαθεῖς τε καὶ ἄρρωστοι, τὴν εὐρωστίαν πλουτοῦντες, ταῖς σαῖς εὐχαῖς, ἀνυμνοῦσι τὸν δοτῆρα Χριστόν.

Ἕτερα. Ἰωήλ.Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Χριστοφόρον πολύαθλον, ἀνυμνῆσαι συνέδραμον, ἐκ περάτων σήμερον θεοσύλλεκτος, φιλομαρτύρων παράταξις, ᾠδὰς ἀναπέμπουσα, τῷ Σωτῆρι τῶν ψυχῶν, τῷ σφοδρῶς κραταιώσαντι, ὡς Φιλάνθρωπος, ἐν παλαίστρᾳ τὸν Μάρτυρα τὸν μέγαν, καὶ αὐτῷ ἐπιφανέντι, ὡς παμφαέστατος ἥλιος.

Φοινιχθεὶς ἐν τοῖς αἵμασι, ὡς ἀμνὸς ἐθελόθυτος, τὴν ὁδὸν διώδευσας τοῦ Κυρίου σου, καὶ τοῦ Δεκίου ἠμαύρωσας, τὸ ἄθεον πρόσταγμα, Χριστοφόρε ἀθλητά, θαρσαλέῳ φρονήματι, καὶ βουλήματι, ὡς στρουθίον ῥυσθεὶς ἐκ τῶν παγίδων, τῶν πολλῶν τοῦ πολεμίου, ἀνδροπρεπῶς παναοίδιμε.

Χιτωνίσκον τὸν χάλκειον, πυρωθέντα ἐδρόσιζε, Παρακλήτου Πνεύματος ἡ ἐπίπνοια, τὰς μηχανὰς γὰρ τοῦ δράκοντος, ῥαδίως ἠδάφισας, Χριστοφόρε Ἀθλητά, σταθηρᾷ διανοίᾳ σου, ἀξιάγαστε, καὶ στολὴν τῆς ψυχῆς σου πορφυρώσας, ταῖς ῥοαῖς τῶν σῶν αἱμάτων, οὐρανοχάλκευτον γέγονας.

Δόξα. Τοῦ Μάρτυρος ἐκ τοῦ Μηναίου.Ἦχος δ' Ἰωάννου Μοναχοῦ.

Κογχύλῃ αἵματος τοῦ μαρτυρίου σου, κοσμηθεῖσα ἡ Ἐκκλησία τοῦ Θεοῦ, ἡλιακὰς ἀκτῖνας ἐκπέμπει, Χριστοφόρε πολύαθλε· τῷ γὰρ Σταυρῷ, καθοπλίσας σεαυτόν, καὶ τὸ θανεῖν ὑπὲρ Χριστοῦ προθύμως ἑλόμενος, γενναίως πρὸς παράταξιν τοῦ ἀλλοτρίου ἀντικατέστης, καὶ καταισχύνας πάσας τὰς ἐπινοίας τῶν παρανόμων, νικητής στρατιώτης ὤφθης τοῦ Χριστοῦ. Διὸ δυσωποῦμέν σε, ὡς παρρησίαν ἔχων, Μαρτύρων ἐγκαλλώπισμα, πρέσβευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ήχος α'
       Τών θυρών κεκλεισμένων, τών Μαθητών συνηθροισμένων, εισήλθες άφνω παντοδύναμε, Ιησού ο Θεός ημών, καί στάς εν μέσω αυτών, ειρη νην δούς επλήρωσας αγίου Πνεύματος, προσμένειν τε προσέταξας, καί μηδαμού χωρίζεσθαι από Ιερουσαλήμ, έως ού ενδύσωνται τήν εξ ύψους δύναμιν, διό βοώμέν σοι, ο φωτισμός καί η ανάστασις, καί η ειρήνη ημών, δόξα σοι.

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας

     Προκείμενον Ήχος βαρύς
Τίς Θεός μέγας, ως ο Θεός ημών, σύ ει ο Θεός, ο ποιών θαυμάσια μόνος.
     Στίχ. Εγνώρισας εν τοίς λαοίς τήν δύναμίν σου.
     Στίχ. Καί είπα, Νύν ηρξάμην.
     Στίχ. Εμνήσθην τών έργων Κυρίου.

καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (μγ´ 9-14).

Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος.Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (γ´ 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος.Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν, Ἰδιόμελον τῆς τυχούσης ἑορτῆς ἕν.  Καὶ τοῦ Ἁγίου. Ἦχος α´.

Εὐφραίνου ἐν Κυρίῳ ἡ τῶν Μαρτύρων παράταξις, κατέχουσα ἐν κόλποις, ὡς λαμπρὰν προσθήκην, Χριστοφόρον τὸν πανεύφημον· ἀῤῥενοφρόνως γὰρ πυκτεύσας, καὶ τὸν ἀγῶνα τὸν καλὸν τελέσας, τὸν στέφανον τοῦ μαρτυρίου εἴληφεν· ὅθεν καὶ ἡμεῖς, ἐν τῷ σεπτῷ αὐτοῦ τεμένει, σήμερον συνδραμόντες ἀνακράζομεν· πρέσβευε Χριστῷ τῷ Θεῷ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄.
Ὄντως Χριστοφόρε πολύαθλε, τὴν θλάσιν τῶν μελῶν, ἐθελουσίᾳ γνώμῃ καθυπέμεινας. Σοῦ γὰρ ὡς θεόδεκτον σφάγιον, τῷ Κυρίῳ δουλεύοντος καὶ τῷ πνεύματι ζέοντος, ὁ παράνομος τύραννος, ἀθλίως ἐξετραχηλίσθη. Διὸ ἱκετεύομεν, μὴ διαλίπης πρεσβεύων, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄.
Ὁ ἐν ἀπατήσας ἐν τῇ Ἐδὲμ τὴν Προμήτορα, πορνικὴν ξυνωρίδα, κατὰ σοῦ δολίως ἐκίνησεν, ἀλλ’ ἱερωτάτοις σου λόγοις, ταύτας πρὸς τὸν Χριστὸν ζωγρήσας, τὸν παλαμναῖον συνέτριψας. Τῆς γὰρ ματαίας ἡδονῆς καὶ ψυχοφθόρου λύμης, τὴν ἀγωγὴν καταλιποῦσαι, ὡς ἀμνάδες προσήχθησαν τῷ Βασιλεῖ τοῦ παντός· ὅθεν Χριστοφόρε πανένδοξε, σὺν Ἀκυλίνῃ τῇ θεόφρονι καὶ Καλλινίκῃ, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ΄.
Βαβαὶ τῆς ἀλλοκότου ἐπινοίας τῶν εἰδωλομανέντων. Τὸν Μάρτυρα ἰδόντες ἐγκαρτερήσαντα, τοῖς αἰκισμοῖς ἕως τέλους, ἔπνεον μένεα, κατ’ αὐτοῦ οἱ παμπόνηροι. Τὰ ἐπίπονα σκάμματα, τὰ πολύπλοκα θήρατρα, καὶ τὰ δεινὰ παλαίσματα τῇ τοῦ Χριστοῦ δυνάμει, Χριστοφόρε ἐσκέδασας· ὅθεν καὶ ἡμεῖς, τὴν μνήμην σου τελοῦντες, τῶν ἀγωνισμάτων μνημονεύομεν λέγοντες· πρέσβευε Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ.δ΄.
Ξένον καὶ παράδοξον ὄντως,τὸ ἐν σοὶ τελεσθὲν μυστήριον· ὁ τροφεὺς τῆς κτίσεως, ὤφθη ἐν τῇ καμίνῳ τῆς φλογός, ἀναψυχών σε· ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, καθορᾶται ὑπὸ σοῦ πανσεβάσμιε· Ὃν πάλαι ἰδὼν Ἡσαΐας, ἔφριξε καὶ ἐφοβήθη, ὡσανεὶ φίλος φίλῳ διαλέγεται πανόλβιε· ὁ πηγὰς καὶ ἀβύσσους ἐξουσιάζων, τῇ νοτίδι τῆς χάριτος ἀπεμάρανε, τοῦ πυρὸς τὸ ἀνεπίσχετον ῥεῦμα· Ὃν ἱκέτευε Χριστοφόρε πολύαθλε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

     Καὶ νῦν. Τῆς ἑορτῆς. Ήχος πλ. δ' Ανατολίου
     Τών θυρών κεκλεισμένων, τών Μαθητών συνθροισμένων, επέστη ο Σωτήρ, ού ήσαν συνηγμένοι, καί στάς εν μέσω αυτών, λέγει τώ Θωμά, Δεύρο ψηλάφησον, καί ίδε τούς τύπους τών ήλων, εκτεινόν σου τήν χείρα, καί άψαι τής πλευράς μου, καί μή γίνου άπιστος, αλλά πίστει κήρυξον, την εκ νεκρών μου Ανάστασιν.

Εἰς τὸν Στίχον. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πρὸς πάλην χωρήσας ἀνδρικῶς, ἐν ἀρχαίοις ἔτεσι, μακαριώτατε ἔσβεσας, ὡσεὶ ἀράχνια, εἰδωλομανέντων, κενοφώνων ῥήματα, ταῖς σαῖς ἀμετατρέπτοις ἐνστάσεσι, καὶ ἐν τοῖς αἵμασι, τοῖς τιμίοις σου πανάριστε, Χριστοφόρε, Μαρτύρων ἀγλάϊσμα.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέρδος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Σημεῖα καὶ τέρατα σεμνέ, ὑπὸ σοῦ γεγόνασι, τῇ παντουργίᾳ τοῦ Πνεύματος, ἡ ῥάβδος ἤνθησεν, ὥσπερ τοῦ Προφήτου, Ἀαρὼν τοῦ μάκαρος, ἡ βρῶσις ἐπληθύνθη τῇ χάριτι, Ἄγγελος ὤφθη σοι, καὶ ἠλλοίωσας πρὸς κρείττονα, τῶν δημίων, δυσώνυμον ὅμιλον.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Βαβύλας ὁ θύτης τοῦ Χριστοῦ, Ἐπισκόπων κλέϊσμα, εἰς Ἀντιόχειαν πρόπαλαι, Ἁγίῳ Πνεύματι, Μάρτυρα Κυρίου, τὸν κληθέντα Ῥέπρεβον, καλῶς πρὸς τὸ σωτήριον φώτισμα, ἐποδηγέτησε, Χριστοφόρον ὁ ἀοίδιμος, προσφωνήσας, αὐτὸν ἐν τοῖς ὕδασι.

Δόξα. τοῦ Μάρτυρος ἐκ τοῦ Μηναίου. Ἦχος δ'. Ἀνατολίου.
Δεῦτε τῶν πιστῶν τὸ σύστημα, πνευματικὴν χορείαν ἐπικροτήσωμεν, καὶ τὸν ἀθλοφόρον Χριστοῦ τοῦ Θεοῦ, ἐν ὕμνοις τιμήσωμεν, Χριστοφόρον τὸν ἔνδοξον. Σήμερον γὰρ ὡς ἑωσφόρος ἀνέτειλε, καὶ καταφωτίζει τὰς διανοίας τῶν πιστῶν, τῶν ἐν πίστει καὶ πόθῳ, ἐπιτελούντων τὴν μνήμην αὐτοῦ τὴν σεβάσμιον.

Καὶ νῦν. Τῆς Ἑορτῆς  Ήχος α'
    Μεθ ημέρας οκτώ, τής Εγέρσεώς σου Κύριε, ώφθης τοίς Μαθηταίς σου, εν τόπω ού ήσαν συνηγμένοι, καί φωνήσας αυτοίς, ειρήνη υμίν, τώ απιστούντι Μαθητή, τας χείρας υπέδειξας, και τήν άχραντον πλευράν, ο δέ πεισθείς εβόα σοι, ο Κύριός μου καί ο Θεός μου, δόξα σοι.

Νῦν ἀπολύεις. Τρισάγιον. Ἀπολυτίκιον. Ἰωήλ. Ἦχος γ΄. Θείας πίστεως.
Ῥείθροις αἵματος, πεφοινιγμένος, πρὸς τὰ δώματα, τῶν Ἀθλοφόρων, ἀπὸ γῆς μετετέθης μακάριε, ὡς γὰρ ἀμνὸς Χριστοφόρε ἀμώμητος, ὑπὲρ Χριστοῦ τὴν σὴν κάραν ὑπέκλινας, Μάρτυς ἔνδοξε, ἀεὶ τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Ἕτερον τοῦ Μηναίου. Ἦχος δ' Ταχὺ προκατάλαβε.
Στολαῖς ταῖς ἐξ αἵματος, ὡραϊζόμενος, Κυρίῳ παρίστασαι, τῷ Βασιλεῖ οὐρανῶν, Χριστοφόρε ἀοίδιμε· ὅθεν σὺν Ἀσωμάτων, καὶ Μαρτύρων χορείαις, ᾄδεις τῇ τρισαγίῳ, καὶ φρικτῇ μελῳδίᾳ· διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, σῷζε τοὺς δούλους σου.

    Καὶ νῦν. Τῆς ἑορτῆς . Ήχος βαρύς
     Εσφραγισμένου τού μνήματος, η ζωή εκ τάφου ανέτειλας, Χριστέ ο Θεός, καί τών θυρών κεκλεισμένων, τοίς Μαθηταίς επέστης η πάντων ανάστασις, πνεύμα ευθές δι' αυτών εγκαινίζων  ημίν, κατά τό μέγα σου έλεος.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Μυρίας ἀπειλάς, κατεφρόνησας Μάρτυς, τῷ ξίφει τοῦ Σταυροῦ, ὁπλισθεὶς Χριστοφόρε, φλογὸς γὰρ ἀπεμάρανας, ἀσινῶς τὴν ἐκπύρωσιν, νοτιζόμενος, τῇ θείᾳ δρόσῳ Κυρίου, Ὃν ἱκέτευε, ταῖς σαῖς ἁγίαις πρεσβείαις, ὑπὲρ τῶν τιμώντων σε.

Δόξα. Ὅμοιον.
Ὦ θαύματος φρικτοῦ, Χριστοφόρος ὁ θεῖος, χιτώνιον χαλκοῦν, πυρωθὲν ὑπ’ ἀνόμων, ἐνδύεται στεῤῥότατα, διαμένων ἀλώβητος, δι’ ὃ ἅπαντες, δοξολογοῦσι τὸν Κτίστην, ὁρῶντες τὸν Μάρτυρα.

     Καὶ νῦν. Τῆς ἑορτῆς. Hχος α' Τού λίθου σφραγισθέντος
     Τώ φόβω τών Εβραίων, κεκρυμμένων τών Μαθητών, καί εν τή Σιών συνηγμένων, εισήλθες προς αυτούς Αγαθέ, καί έστης κεκλεισμένων τών θυρών, εν μέσω αυτών χαροποιός καί υπέδειξας αυτοίς τάς χείρας, καί τής αχράντου σου πλευράς τους μώλωπας, λέγων τώ απιστούντι Μαθητή, Φέρε τήν χείρά σου καί ερεύνα, ότι αυτός εγώ είμι, ο διά σέ παθητός.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνη σήμερον.
Ὡς ἀρνία ἀκάκα, ξίφει σφαγέντα, μετὰ σοῦ ἐνήθλησαν, ἐκ τῶν συνόντων σοι πολλοί, ὅθεν τανῦν συγχορεύουσι, τοῖς πρωτοτόκοις, Χριστοῦ οἱ πανάριστοι.

Δόξα. Ὅμοιον.
Ἀσελγῶν ἠλλοίωσας, γυναίων ἦθος, Χριστοφόρε ἔνδοξε, ἱερολόγῳ διδαχῇ, τῆς τρισηλίου θεότητος, ἀποξηράνας, εἰδώλων μυθεύματα.

      Καὶ νῦν. Τῆς ἑορτῆς. Κάθισμα Τόν τάφον σου Σωτήρ
      Επέστης η ζωή, τών θυρών κεκλεισμένων, Χριστέ τοίς Μαθηταίς, καί πλευράν υπεδείκνυς, και χείράς σου καί πόδας σου, τήν εκ τάφου σου Έγερσιν, προπιστούμενος, αλλ' Ο Θωμάς ουχ ευρέθη, όθεν έλεγεν, Ην μή θεάσωμαι τούτον, ου πείθομαι τοίς λόγοις υμών.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὸ κάλλος τὸ ἄῤῥητον τῆς φωταυγοῦς σου μορφῆς, Σωτὴρ περιήστραψε, τοῦ Χριστοφόρου ψυχήν, ὑπὲρ τὸν ὁρώμενον, ὅθεν καὶ τῶν τυράννων, φυγαδεύει τὸ θράσος, φλέγει δὲ τῶν δαιμόνων, φρυγανώδη ἀπάτην, διόπερ Χριστέ, ἀεὶ εὐλογοῦμέν σε.

    Δόξα. Καὶ νῦν.Τῆς ἑορτῆς Τόν τάφον σου Σωτήρ
     Ιδών μου τήν πλευράν καί τάς τρήσεις τών ήλων, Θωμά, τί απιστείς, τή εμή Αναστάσει; ο Κύριος έλεγεν αναστάς εκ τού μνήματος, οπτανόμενος, τοίς Αποστόλοις αρρήτως, ο δέ Δίδυμος, πεισθείς εβόα τώ κτίστη, Θεός μου εί καί Κύριος.

Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ Ἤχου.
   κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
   Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
   Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
      Δόξα Πατρί…
    γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
    Καὶ νῦν…
    γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
      Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέρδος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον, Ἐκ τοῦ κατὰ Λουκᾶν
κα΄ 12 - 19
    Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσιν γὰρ ἐφ' ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· 13 ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. 14 θέτε οὖν εἰς τὰς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· 15 ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. 16 παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν, 17 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· 18 καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· 19 ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Ὁ Ν΄ Ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον...

Ἰδιόμελον.Ἦχος πλ. β΄. Στ.:Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Σήμερον ὁ Μάρτυς ξίφει τελειοῦται, καὶ καταισχύνης ὁ βρόχος συσφίγγει τὸν Βελίαρ. Σήμερον ὀρύξας τάφον, ὁ τῶν δημίων ἀπάνθρωπος τύραννος, ἐν αὐτῷ καταβαίνει. Σήμερον ὁ οὐρανὸς τὸν Μάρτυρα πανδημεὶ ὑποδέχεται, καὶ ἡ γῆ πιαίνεται, τοῖς ῥείθροις τῶν αἱμάτων. Διὸ πάντες Χριστοφόρε, τὸ χαῖρε προσφωνοῦμεν λέγοντες· χαίροις Μάρτυς ἀήττητε.

Οἱ Κανόνες· ὁ Ἀναστάσιμος· καὶ β΄ τοῦ Ἁγίου.

     Ο Ἀναστάσιμος,  Ποίημα Ιωάννου Μοναχού

     Ωδή α' Ήχος α' Αναστάσεως ημέρα… Ο Ειρμός
    Άσωμεν πάντες λαοί, τώ εκ πικράς δουλείας, Φαραώ τόν Ισραήλ απαλλάξαντι, καί εν βυθώ θαλάσσης, ποδί αβρόχως οδηγήσαντι, ωδήν επινίκιον, ότι δεδόξασται.
    Σήμερον έαρ ψυχών, ότι Χριστός εκ τάφου, ώσπερ ήλιος εκλάμψας τριήμερος, τόν ζοφερόν χειμώνα απήλασε τής αμαρτίας ημών, αυτόν ανυμνήσωμεν, ότι δεδόξασται.
    Η βασιλίς τών ωρών, τή λαμπροφόρω ημέρα, ημερών τε βασιλίδι φανότατα, δορυφορούσα τέρπει, τόν έγκριτον τής Εκκλησίας λαόν, απαύστως ανυμνούσα, τόν αναστάντα Χριστόν.
    Πύλαι θανάτου Χριστέ, ουδέ τού τάφου σφραγίδες, ούδε κλείθρα τών θυρών σοι αντέστησαν, αλλ' εξαναστάς επέστης, τοίς φίλοις σου ειρήνην Δέσποτα δωρούμενος, τήν πάντα νούν υπερέχουσαν.

Ὁ α΄ τοῦ Ἁγίου, ἐκ τοῦ Μηναίου.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἄσομαί σοι Κύριε.
Δεῦτε πάντες σήμερον χριστοφόροι, τοῦ Χριστοφόρου τὴν μνήμην, τοῦ τῆς ἀληθείας, Μάρτυρος θεόφρονες, εὐσεβῶς ἀνυμνήσωμεν.

 Ἀνδρείως ἠγωνίσω κατὰ τῆς πλάνης, καὶ τὰς Τυράννων ἀπειλάς, Μάρτυς ἀθλοφόρε, ἰσχὺϊ ῥωννύμενος, τοῦ Σταυροῦ κατεπάτησας.

Ἕτερος, τοῦ Ἰωήλ, οὗ ἡ ἀκροστιχίς: Τοῦ Χριστοφόρου ἄγομεν μνήμην ὕμνοις.

ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Τοὺς ποταμοὺς τῶν αἰμάτων σου Ἀθλητά, ἀνυμνείσθω σήμερον, πᾶσα γλωσσῶν γηγενῶν, ἐν ᾠδαῖς καὶ ὕμνοις ψαλμικῶς, Χριστοφόρε τοῦ Χριστοῦ, τὸ θεῖον σφάγιον.

Ὁ θεϊκὴν παντευχίαν ἀναλαβών, καὶ τῆς πλάνης φρύαγμα, ἀνασπάσας ἀνδρικῶς, μετετέθης Μάρτυς πρὸς μονάς, Βασιλείας τῆς καινῆς, θεοφορούμενε.

Ὑπομονῆς τὸ κειμήλιον ἀληθῶς, Χριστοφόρε ἔνδοξε, ἀνεδείχθης ἐν δεινοῖς, καὶ φωτὶ τῷ θείῳ λαμπρυνθείς, τῶν εἰδώλων σκοτασμόν, μάκαρ ἐδίωξας.

Θεοτοκίον.
Χαῖρε Μαρία Κυρία πάντων ἡμῶν, χαῖρε Κόρη ἄσπιλε, χαῖρε Μῆτερ τῆς ζωῆς, χαῖρε ἄστρον ἄδυτον βροτῶν, χαῖρε ὄρος τοῦ Θεοῦ τὸ ἀλατόμητον.

Ο Ἀναστάσιμος,  Ποίημα Ιωάννου Μοναχού

Ωδή γ' Δεύτε πόμα πίωμεν καινόν, Ο Ειρμός
    Στερέωσόν με Χριστέ, επί τήν πέτραν τών εντολών σου, καί φώτισόν με φωτί τού προσώπου σου, ουκ έστι γάρ άγιος, πλήν σου φιλάνθρωπε.
    Καινούς αντί παλαιών, αντί φθαρτών δέ αφθάρτους, διά Σταυρού σου Χριστέ, τελέσας ημάς, έν καινότητι ζωής πολιτεύεσθαι, αξίως προσέταξας.
    Εν τάφω περικλεισθείς, τή περιγράπτω σαρκί σου, ο απερίγραπτος, Χριστέ ανέστης, θυρών κεκλεισμένων δέ επέστης, σού τοίς Μαθηταίς, παντοδύναμε.
    Τούς μώλωπάς σου Χριστέ, ούς εκουσίως υπέστης, υπέρ ημών τοίς Μαθηταίς σου φυλάξας μαρτύριον, τής σής έδειξας, ενδόξου Αναστάσεως.

Ὁ α΄ τοῦ Ἁγίου, ἐκ τοῦ Μηναίου.

ᾨδὴ γ΄. Τόξον δυνατῶν.
Ὅπλῳ τοῦ Σταυροῦ φραξάμενος, Μάρτυς Ἀθλοφόρε, τὰς ἀλγηδόνας ὑπέμεινας, ἀενάως τῷ ποθουμένῳ, ἐντρυφῶν καὶ ἀγαλλόμενος.

Σάρξ μὲν αἰκισμοῖς ἐτέμνετο, ἡ θεοφιλὴς δέ σου ψυχή, δι' ἀγάπης ἐτρέφετο, μελετῶσα τῆς βασιλείας, Χριστοφόρε τὴν ἀπόλαυσιν.

Ἕτερος. Οὐκ ἔστιν Ἅγιος.
Ῥυσθῆναι μάκαρ τῶν κακῶν, ἐπεπόθεις εἰδώλων, καὶ δεινῆς τυραννίδος, διαῤῥῆξαι τοῦ Σατᾶν, διό σοι ὤφθη Σωτήρ, κατηφείας πάσης σε λυτρούμενος.

Ἱλὺν ἀτόπων ἡδονῶν, τῶν φυσάντων γονέων, καὶ τῶν σῶν προπατόρων, ἐκτινάξας πρὸς τὸ φῶς, τὸ ἄκτιστον γεγηθώς, Χριστοφόρε ἔνδοξε προσέδραμες.

Σταυροῦ δυνάμει θαυμαστῶς, τοῦ Βελίαρ τοὺς πλόκους, καταλύσας παμμάκαρ, ἐδειγμάτισας αὐτόν, σὺν τοῖς ἀγγέλοις αὐτοῦ καὶ ψυχήν σου Μάρτυς ἠλευθέρωσας.

Θεοτοκίον.
Τῷ κράτει Μῆτερ τῶν παθῶν, ῥιπισθεὶς ἐν τῷ λάκκῳ λογισμῶν τῶν κακούργων, καταβέβηκα Ἁγνή, καὶ ἐν ὀδύνῃ βοῶν, νοητῶν δρακόντων με ἐξάρπασον.

Κάθισμα. Τοῦ Μηναίου. Ἦχος πλ. δ'.Τὴν Σοφίαν καὶ Λόγον.
Εὐσεβείας τὴν γνῶσιν καταλαβών, ἀγνωσίας τὸν ζόφον ἀποβαλών, Μάρτυς κατεπάτησας, τὸν ἀρχέκακον ὄφιν, τῷ γὰρ θείῳ πόθῳ, τὸν νοῦν πυρπολούμενος, τῶν εἰδώλων ἔσβεσας, τὸ ἄθεον φρύαγμα· ὅθεν ἐπαξίως, ἀμοιβὴν τῶν ἀγώνων, ἐδέξω τὸν στέφανον, καὶ παρέχεις ἰάματα, Χριστοφόρε πολύαθλε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι,ωτοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

     Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.  Ήχος πλ. β'
      Ως εν μέσω τών μαθητών σου παρεγένου Σωτήρ, τήν ειρήνην διδούς αυτοίς, ελθέ καί μεθ' ημών, καί σώσον ημάς.
ΥΠΟΛΟΙΠΟΙ ΚΑΝΟΝΕΣ ΤΟΥ ΑΓΙΟΥ
ᾨδὴ δ΄. Τῆς σῆς ἐπὶ γῆς παρουσίας.
Τῶν οὐρανῶν τὴν κληρουχίαν Μάρτυς εἴληφας, ἐπὶ γῆς ὑπὲρ Χριστοῦ ἀγωνισάμενος, καὶ τῶν εἰδώλων ἔσβεσας, πλάνην ἀνδρικῶς δεισιδαίμονα.

Τῶν γυναικῶν σοι τὴν πεῖραν Μάρτυς προσέφερεν, ὡς Ἀδὰμ τῷ Προπάτορι, ὁ ὄφις ποτέ, ἀλλ' ἡττηθεὶς ᾐσχύνετο, βρόχους καθεαυτοῦ τεκταινόμενος.

Ἕτερος. Χριστός μου δύναμις.
Ὃν πάντα ἔτρεμον, βροτῶν συστήματα, πρὸ τῶν ἄθλων θαμβοῦται τῶν σῶν σοφέ, σοῦ φωνοῦντος Ἅγιε· τῷ σταυρωθέντι δι’ ἡμᾶς, πρέπει πᾶσα ἡ προσκύνησις.

Φωτὶ τῆς χάριτος, Σωτὴρ κατηύγασας, τὴν ψυχὴν Χριστοφόρου θεοπρεπῶς, πᾶσαν τὴν σκοτόμαιναν, τῶν φθισιμβρότων διδαχῶν, ἐκφαυλίσας ὡς Φιλάνθρωπος.

Ὁ γῆν καὶ θάλασσαν, δρακί Σου Κύριε, περιέπων ἀκόπως ὡς πλαστουργός, τὰ μηχανουργήματα, τοῦ ἀρχεκάκου πτερνιστοῦ, ἀπὸ τοῦ Μάρτυρος ἀπέστησας.

Θεοτοκίον.
Ῥευστὴν καὶ βρότειον, τὴν φύσιν εἴληφε, ὁ Υἱός Σου Παρθένε ξενοπρεπῶς, καὶ θεώσας πρόσλημμα, δι’ εὐσπλαγχνίαν ὡς Θεός, ταύτην ἄῤῥευστον ἀνέπλασε.

ᾨδὴ ε΄. Τὸν φωτισμόν Σου Κύριε.
Τῷ φωτισμῷ τῆς πίστεως, σαφῶς ἐζώγρησας λαούς, καὶ τὴν μανίαν ἀθέων τυράννων ἔλυσας, ἐνδεδυμένος τὴν ἐξ ὕψους ἐνέργειαν.

Οὐρανῶν ὡς προέκρινας, ἀπόλαυσιν σαφῶς, τῆς ἐπιγείου, σοφὲ Χριστοφόρε, ἔφερες στεῤῥῶς βασάνων πόνους, τῷ Σταυρῷ δυναμούμενος.

Ἕτερος. Τῷ θείῳ φέγγει Σου Ἀγαθέ.
Ὀθνεῖον τὸ δόγμα καὶ μωρόν, τῶν παρανομούντων δυναστῶν, τοῖς πιστοῖς μάκαρ ἐδήλωσας, ἐλευθέρᾳ Μάρτυς φωνῇ, ὡς θεῖον πτηνόν, ὁδὸν τῆς σωτηρίας αὐτοῖς δεικνύμενος.

Ὑπὸ ῥημάτων τῶν σῶν ποτέ, τῶν πορνευομένων ξυνωρίς, πρὸς σωτηρίας τὸν δίαυλον, ἐκ τοῦ λάκκου ἤχθη θηρῶν, τῶν ὄντως δεινῶν, παθῶν τῶν ψυχολέθρων, τοῦ κοσμοκράτορος.

Θεοτοκίον.
Γενοῦ τοῖς μέροψι βοηθός, ὡς ἐν τῷ πελάγει ὁ φανός, καὶ τῆς ψυχῆς τὸ κλυδώνιον, ταῖς λιταῖς Σου Κόρη Ἁγνή, ἀπέλασον νῦν, διό Σε ὁμοφρόνως, καθικετεύομεν.

ᾨδὴ στ΄. Ἐβόησε προτυπῶν.
Οὐ πρὸς αἷμα, οὐ πρὸς σάρκα τὴν πάλην ἀράμενος ὁ γενναῖος, ἀλλ' ἀρχὰς ἐτροποῦτο καὶ δαίμονας, ἀοράτῳ σθένει, τοῦ Υἱοῦ τοῦ Θεοῦ κρατυνόμενος.

Ἀγαπήσας,ωεὐπρεπῶς ὀρεκτῶν τὴν ἀκρότητα, Ἀθλοφόρε, οὐκ ᾐσθάνου τῶν πόνων ξεόμενος, τὴν διανοίαν σου, ἐπερείδων ἀεὶ τῷ Δεσπότῃ σου.

Ἕτερος. Τοῦ βίου τὴν θάλασσαν.
Ὡς στῦλος ἀκλόνητος, τὰς πυρώσεις ὑποστάς, τοὺς αἰκισμοὺς τοῦ σώματος, καὶ χαλκοῦν ἱματίδιον, ἀκρατῶς ἐβόας· ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.

Μαινέσθω τὰ κύματα, ἀθεΐας τὰ πυκνά, πολυθεΐας πέπτωκε, τῶν σεβασμάτων, ἅπαντα τὰ γλυπτά, ῥοῇ τῶν αἱμάτων σου, Χριστοφόρε Μαρτύρων ἰσοστάσιος.

Ἐνθέως τὴν ἄτολμον, συμμορίαν ὁπλιτῶν, φωταγωγήσας ἔνδοξε, τοῦ τυράννου κατέλυσε μηχανάς, καὶ πάντα τὰ σκάμματα, Χριστοφόρε Ἀγγέλων ὁμοδίαιτε.

Θεοτοκίον.
Νεφέλη ὁλόφωτε, καὶ αὐγὴ ὡς μυστική, δικαιοσύνης Ἥλιον, τῆς Βασιλείας Μῆτερ τῶν Οὐρανῶν, ἀσπόρως ἐκύησας, τῶν βροτῶν καινουργήσασα τὸ φύραμα.

Συναξάριον.

Κοντάκιον.Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τομαῖς σπαθισθείς, καὶ ἄθλοις ἐγκοσμούμενος, τυράννου ἰσχύν, ἐκ ῥίζης ἀνέσπασας, Χριστοφόρε χάριτι,ὅθεν πάντα τὰ λίθινα, τῷ σῷ αἵματι ἔπληξας, ὡς Μάρτυς ἀήττητος πανόλβιε.

Οἶκος.
Ῥιζοτομήσας τῆς πλάνης τὸ δαιμονῶδες γαυρίαμα, καὶ ὁλοκαρδίως ποθήσας, τῆς κάρας τὴν ἔκτμησιν, ἔκλινας τὸν αὐχένα, Ἀθλητὰ τοῦ Χριστοῦ πανεύφημε. Σὺ γὰρ ὁλοκάρπωμα γέγονας, προσκομίζων τὸ ἴδιον αἷμα τῷ σῷ Δεσπότῃ φαιδρῶς, διὸ ἐμβατεύεις εἰς οὐρανοὺς μετὰ τῶν Μαρτύρων συναγαλλόμενος καὶ κοινωνῶν τῆς λαμπρότητος τοῦ Κυρίου· ὅθεν μὴ παύση πρεσβεύων ὑπὲρ τῶν τιμώντων σε Χριστοφόρε, ὡς Μάρτυς ἀήττητος πανόλβιε.

Συναξάριον.
Τῇ Θ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Χριστοφόρου.

Τὸν Χριστοφόρον οἶδά σε Χριστοφόρος,
Χριστῷ τυθέντα τῷ Θεῷ διὰ ξίφους.
Φασγάνῳ ἀμφ’ ἐνάτῃ Χριστοφόρος ἀπῆρε βίου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Ἀβραμιαῖοί ποτε.
Τῆς μαρτυρίας ὁδόν, τῇ καρτερίᾳ τρέχων, ὁ Χριστοφόρος τὰ οὐράνια, πολεύει σκηνώματα· ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητὸς εἶ.    

Τῆς ἀσεβείας φλόγα, τῆς εὐσεβείας δρόσῳ, ὁ Χριστοφόρος κατεμάρανε, καὶ ὕμνοις ἐκραύγαζεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Ἕτερος. Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο.
Μολυσμοῖς τοῖς ἀσελγεῖς ἀμαυρώσασα, κάλλος θεουργηθείσης στολῆς, ἡ δυὰς ἀσέμνων γυναίων, Μάρτυς ὑπὸ σοῦ, ἐπείσθη βοῆσαι θαυμαστῶς· Εὐλογητὸς εἶ ὁ Θεό, ὁ τῶν Πατέρων ἡμῶν.

Νῦν Βελίαρ καθηρέθη τὸ γαυρίαμα, ὄμβροις τῶν σῶν αἱμάτων πνιγείς, ὡς ὁπλίτης γὰρ Χριστοφόρε, ἔθλασας αὐτοῦ, τὴν κάραν βοῶν σεμνοπρεπῶς· Εὐλογητὸς εἶ ὁ Θεό, ὁ τῶν Πατέρων ἡμῶν.

Ἡ ἑδραία καταβάλλει σου πεποίθησις, τὸ σθένος τῶν ἀθέων βροτῶν, τοὺς συνόντας δὲ πρὸς τὰ κρείττω, ὤφθης ποδηγῶν κραυγάζων θεόφρον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.
Μακαρία ἡ κοιλία ἡ βαστάσασα, τὸν Λόγον τοῦ ἀνάρχου Πατρός, μελωδήσασα ἐκ τοῦ πλήθους πάλαι τῶν πιστῶν, γυνή τις ἐδίδαξε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η΄. Οἱ ἐν Βαβυλῶνι παῖδες.
Τὸ τῆς εἰδωλομανίας, θρασέως προσρηγνύμενον κῦμα, Μαρτύρων προσεθραύσθη στεῤῥαῖς, ἀντιτύποις ἐνστάσεσι, τῶν ὑπὲρ Χριστοῦ ἑλομένων, κινδύνους καὶ μελπόντων αὐτῷ· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

Βασιλικὴν ἁλουργίδα, βαφεῖσαν ἐξ αἱμάτων σου Μάρτυς, ὡραίως ἐνδυσάμενος νῦν, Χριστοφόρε ἀήττητε, Ἀγγέλων χοροῖς συγχορεύεις, καὶ συμμέλπεις τῷ Κτίστῃ σου· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἕτερος. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Ἠ σορὸς τῶν τιμίων μάκαρ λειψάνων σου, ὑπὸ Πέτρου τοῦ θύτου καθωραΐζεται, μύροις τοῖς τερπνοῖς, δι’ ὃ πάντες ἐκραύγαζον· ἀνυμνολογοῦμεν Χριστὸν εἰς τοὺς αἰῶνας.

Νοερῶν αἱ δυνάμεις ὑπερεθαύμασαν, τῶν σῶν ἄθλων ἰδοῦσαι τὸ καρτερόψυχον, Μάρτυς τοῦ Χριστοῦ, καὶ ἐν θάμβει ἀνέμελπον· ἀνυμνολογοῦμεν Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὑπὸ μάλης λαμπάσι ποτὲ ἐφλέγεσο, ἀλλ’ ἡ δρόσος ἡ ἄνωθεν τοῖς σοῖς καύμασι, θεῖον γλυκασμόν, Χριστοφόρε ἐπέσταξε· ὅθεν ὑμνολογεῖς Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.
Μαριὰμ Σοῦ τὸ ἄσπιλον ὑπερκείμενον, νοῶν πάντων ὑπάρχει Θεοχαρίτωτε, ὅθεν τῶν βροτῶν, ἡ χορεία κραυγάζει Σοι· ἀνυμνολογοῦμεν Υἱόν Σου Θεοτόκε.

ᾨδὴ θ΄. Εὔα μὲν τῷ τῆς παρακοῆς.
Στέφανον ὡς νικητὴς λαμπρὸν δεξάμενος, Χριστοφόρε παναοίδιμε, συμβασιλεύεις τῷ Δεσπότῃ, τῷ σὲ ἐν ταῖς βασάνοις κρατύναντι, καὶ χεῖρα ζωηφόρον ὀρέξαντι, καταπαλαῖσαι τὸν ἀρχέκακον.

Αἵματι μαρτυρικῷ φαιδρῶς λουσάμενος, κατηυγάσθης Ὑπερένδοξε, νῦν δὲ παρθένων ἐν νυμφῶνι, σὺν τῷ νυμφίῳ χαίρων εἰσέδραμες, εἰρήνην δὲ τῷ κόσμῳ αἰτούμενος, μὴ διαλίπῃς Μάρτυς ἔνδοξε.

Ἕτερος. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον.
Νοὸς τρισμάκαρ, τὸν ζόφον λέλυσο καὶ τὴν πυκνὴν ὁμίχλην ὀφλημάτων ἀπέλασον, ἀφ’ ἡμῶν τῶν σήμερον βοώντων πιστῶς, σὸν ὕμνον Χριστοφόρε, ὅθεν εἰκόνι σου, πίστει παρεστῶτες τὸν αὐχένα ὑποκλίνομεν.

Ὀφθεὶς τῷ κάλλει Χριστὲ προσώπου Σου, ὃ οὐ τολμᾷ ὁ δῆμος τῶν Ἀγγέλων θεάσασθαι, Χριστοφόρου ψυχὴν περιήστραψας, πᾶσαν μηχανουργίαν, τοῦ πολεμήτορος, σὺν ταῖς κακουργίαις δυναστῶν κατατροπούμενος.

Ἰᾶται πάνας σεμνὲ ἡ κλῆσίς σου, τῶν ἁμαξῶν ὑπάρχει ἡ λυχνία ἀείφωτος, τῆς πανώλους ἐστὶν ἡ ἀφάνεια, λύμης τε ἀνιάτου τὸ καθαρτήριον, καὶ τῶν δαιμονώντων ἐλατὴρ θεομακάριστε.

Θεοτοκίον.
Σαρκός Σου Μῆτερ Παρθένε φύραμα, ὁ τῷ Πατρὶ ὁμότιμος Υἱὸς καὶ τῷ Πνεύματι, δανεισθεὶς τῇ χάριτι, λαμπρύνεις Ἁγνή, φύσιν τὴν ἡμετέραν, τὴν ἁμαρτήμασιν, ὅλως σκοτισθεῖσα, συνεργείᾳ τοῦ πτερνίσαντος.

ΚΑΤΑΒΑΣΙΑΙ
     Ὠδὴ α'  Ἦχος α'
     Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.
     Ὠδὴ γ'
     Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.
     Ὠδὴ δ'
     Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.
     Ὠδὴ ε'
     Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μυρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
     Ὠδὴ ς'
     Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.
     Ὠδή ζ'
     Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
     Ὠδὴ η'
     Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
     Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
    ΤΙΜΙΩΤΕΡΑ (Ἦχος β’)
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν Τιμιωτέραν…
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν Τιμιωτέραν…
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν…
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν Τιμιωτέραν…
Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιμιωτέραν…
     Ὠδὴ θ'  Ἦχος α' Ὁ Εἱρμὸς
     Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Ἐξαποστειλάρια. Ήχος γ' Ὁ οὐρανὸς τοῖς ἄστροις.
Πεφοινιγμένην χλαῖναν, τοῖς τῶν αἰμάτων σου κρουνοῖς, περιβληθεὶς Χριστοφόρε, νικητικῶς εἰς τὰς μονάς, τῶν Οὐρανῶν μετετέθης, ὡς στεφανίτης Κυρίου.

Πεπυρσευμένος Μάρτυς, τῷ θείῳ ἔρωτι Χριστοῦ, αὐτοθελῶς προσκομίζεις, τῷ σῷ Δεσπότῃ σεαυτόν, ὡς ὁλοκάρπωμα θεῖον, ὦ Ἀθλητὰ Χριστοφόρε.

Καὶ τὸ τῆς Ἐορτῆς.
     Εμών μελών χειρί σου, εξερευνήσας τάς πληγάς, μή μοι Θωμά απιστήσης, τραυματισθέντι διά σέ, σύν Μαθηταίς ομοφρόνει, καί ζώντα κήρυττε Θεόν.

ΑΙΝΟΙ
     Ήχος α'  Πανεύφημοι Μάρτυρες
     Μετά τήν εκ τάφου σου φρικτήν, Ζωοδότα Έγερσιν, ώσπερ σφραγίδας ουκ έλυσας, Χριστέ του μνήματος ούτω κεκλεισμένων, θυρών εισελήλυθας, πρός τούς πανευκλεείς Άποστόλους σου, χαροποιών αυτούς, καί ευθές σου παρεχόμενος, τούτοις Πνεύμα, δι' άμετρον έλεος. (Δίς)

     Θωμάς ο καί Δίδυμος ουκ ήν, ενδημών ηνίκα συ, τοίς Μαθηταίς ώφθης Κύριε, όθεν ηπίστησε, τη σή Αναστάσει, καί τοίς κατιδούσί σε, εβόα, Ει μή βάλω τόν δάκτυλον, εις τήν πλευράν αυτού, και τών ήλων τά τυλώματα, ου πιστεύω, ότι εξεγήγερται.

     Ως θέλεις ψηλάφησον Χριστός τώ Θωμά εβόησε, βάλε τήν χείρα καί γνώθί με οστέα έχοντα, και γεώδες σώμα, καί μή γίνου άπιστος, επίσης δέ τοίς άλλοις πιστώθητι, ο δέ εβόησεν, ο Θεός μου καί ο Κύριος, σύ υπάρχεις, δόξα τή Εγέρσει σου.

    Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἡ τοῦ Χριστοῦ Ἐκκλησία λαμπρῶς ἀγάλλεται, ἐπὶ τῇ θείᾳ μνήμῃ, τοῦ κλεινοῦ Χριστοφόρου, τῆς πλάνης γὰρ τὸ δένδρον ῥιζοτομῶν, τῶν ἀθέων σεβάσματα, καὶ τοῦ τυράννου τὸ θράσος τὸ μανικόν, θεοφρόνως ὑπεσκέλισε.

Τοῖς φεγγοβόλοις σου λόγοις νοὸς τὸ ἄστατον, τῶν πορνικῶν γυναίων, καὶ δημίων ἰθύνας, πρὸς τρίβον σωτηρίας τὴν ἀσφαλῆ, καὶ πολλῶν ὁμοφρόνων σοι, ἐπιστηρίξας τὴν πίστιν εἰς τὸν Χριστόν, πρὸς τὰ σκάμματα ἐχώρησας.

    Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέρδος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Κολαστηρίων ἀφάτων τὰ κινδυνεύματα, τῇ θεοψίᾳ Μάρτυς, τοῦ προσώπου Κυρίου, παμμάκαρ ἐνηδόμενος θαυμαστῶς, ὡς τὸ ἄσειστον τείχισμα, ἐν τῷ σταδίῳ συνέτριψας κραταιῶς, Χριστοφόρε πανσεβάσμιε.

   Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ
Ὁλοκαρδίως τὸ αἷμα τὸ σὸν πανόλβιε, ὑπὲρ Χριστοῦ ἐκχύσας, τῶν δαιμόνων τὰ στίφη, ἐπόντισας ὡς πάλαι τὸν Φαραώ, τῇ δυνάμει ὁ Κύριος, καὶ συμπολίτης Μαρτύρων ἐν οὐρανῷ, ἀνεδείχθης παναοίδιμε.

Δόξα. Ἦχος πλ. α΄.
Σαλπίσωμεν ἐν σάλπιγγι ἀσμάτων, βοήσωμεν τῷ πνεύματι, ψαλμικῶς δὲ πανηγυρίσωμεν, τῇ χαρμοσύνῳ μνήμῃ τοῦ Ἀθλοφόρου Χριστοῦ. Βασιλεῖς καὶ ἄρχοντες συνελθέτωσαν, καὶ τὸν στεφανίτην τιμάσθωσαν ἐν ὕμνοις, ὡς τὸ σκότος λύσαντα, τῶν σεβασμάτων ψευδῶν θεῶν, τῇ ἰσχύϊ τοῦ Παρακλήτου. Φιλεόρτων τὰ συστήματα, τὸν τῆς Ἐκκλησίας τροπαιοφόρον ὁπλίτην, συνδραμόντες εὐφημήσωμεν· εὐσθενείας τὸν θησαυρόν, τῶν ἀσθενῶν θεραπείαν, τῆς πολυθεΐας τὴν λύσιν, τὸν τρόμον τῶν γλυπτῶν θεῶν, τὴν ἡδύφθογγον τῆς εὐσεβείας λύραν, τὸν καθαιρέτην δεινοῦ βελίαρ, τὸν ποταμὸν τῶν πολλῶν χαρίτων, ἁπάντων τῶν γηγενῶν ἰατρὸν ἄριστον, Μάρτυρα τοῦ Κυρίου, ἐγκωμιάζοντες οὕτως εἴπωμεν· Χριστοφόρε θεόληπτε, ἐμφρούρησον ἡμᾶς τῇ σῇ ἐπιστασίᾳ καὶ πρέσβευε τῷ σῷ Δεσπότῃ, ὑπὲρ τῶν τιμώντων σε.

     Καὶ νῦν. Τῆς Ἑορτῆς.  Ήχος πλ. β'
     Μεθ' ημέρας οκτώ τής Εγέρσεώς σου Ιησού βασιλεύ, μονογενές Λόγε του Πατρός, ώφθης τοίς Μαθηταίς σου, κεκλεισμένων τών θυρών, τήν ειρήνην σου παρεχόμενος, καί τώ απιστούντι Μαθητή τούς τύπους έδειξας, Δεύρο ψηλάφησον τάς χείρας, καί τούς πόδας, καί τήν ακήρατόν μου πλευράν, ο δέ πεισθείς εβόα σοι, ο Κύριός μου καί ο Θεός μου, δόξα σοι.

Δοξολογία Μεγάλη
Ἀπολυτίκιον.. Ἦχος δ' Ταχὺ προκατάλαβε.
Στολαῖς ταῖς ἐξ αἵματος, ὡραϊζόμενος, Κυρίῳ παρίστασαι, τῷ Βασιλεῖ οὐρανῶν, Χριστοφόρε ἀοίδιμε· ὅθεν σὺν Ἀσωμάτων, καὶ Μαρτύρων χορείαις, ᾄδεις τῇ τρισαγίῳ, καὶ φρικτῇ μελῳδίᾳ· διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, σῷζε τοὺς δούλους σου.

καὶ Ἀπόλυσις.


ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ Τυπικά, οἱ Μακαρισμοί καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου ἡ γ΄ καὶ στ΄ ᾠδή.

Ἀπολυτίκιον. Ἰωήλ. Ἦχος γ΄. Θείας πίστεως.
Ῥείθροις αἵματος, πεφοινιγμένος, πρὸς τὰ δώματα, τῶν Ἀθλοφόρων, ἀπὸ γῆς μετετέθης μακάριε, ὡς γὰρ ἀμνὸς Χριστοφόρε ἀμώμητος, ὑπὲρ Χριστοῦ τὴν σὴν κάραν ὑπέκλινας, Μάρτυς ἔνδοξε, ἀεὶ τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

     Απολυτίκιον Ήχος βαρύς
     Εσφραγισμένου τού μνήματος η ζωή εκ τάφου ανέτειλας Χριστέ ο Θεός, καί τών θυρών κεκλεισμένων, τοίς Μαθηταίς επέστης η πάντων ανάστασις, πνεύμα ευθές δι' αυτών εγκαινίζων ημίν, κατά τό μέγα σου έλεος.

     Του Ναού ( Αγιος Σπυρίδων ) Ἀπολυτίκιον Ἦχος α’    Τοῦ λίθου σφραγισθέντος.

     Τῆς Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος, καὶ θαυματουργὸς θεοφόρε,
Σπυρίδων Πατὴρ ἡμῶν· διὸ νεκρᾷ σὺ ἐν τάφῳ προσφωνεῖς, καὶ ὄφιν εἰς χρυσοῦν
μετέβαλες· καὶ ἐν τῷ μέλπειν τὰς ἁγίας σου εὐχάς, Ἀγγέλους ἔσχες συλλειτουρ- γοῦντάς σοι Ἱερώτατε· Δόξα τῷ σὲ δοξάσαντι, δόξα τῷ σὲ στεφανώσαντι· δόξα
τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

     Κοντάκιον Ήχος πλ. δ'
     Τή φιλοπράγμονι δεξιά, τήν ζωοπάροχόν σου πλευράν, ο Θωμάς εξηρεύνησε Χριστέ ο Θεός, συγκεκλεισμένων γάρ τών θυρών ώς εισήλθες, σύν τοις λοιποίς Αποστόλοις εβόα σοι, Κύριος υπάρχεις καί Θεός μου.

Ἀπόστολος

     Προκείμενον τού Αποστόλου Ήχος γ'
     Μέγας ο Κύριος ημών, καί μεγάλη η ισχύς αυτού.
Στίχ. Αινείτε τόν Κύριον, ότι αγαθός. Πράξεων τών Αποστόλων.

Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα 
  3:19-26

     Ἐν ταῖς ἡμέραις ἐκείναις, εἶπε Πέτρος πρὸς τὸν λαὸν· Μετανοήσατε οὖν καὶ ἐπιστρέψατε εἰς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας, ὅπως ἂν ἔλθωσι καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ Κυρίου καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν Χριστὸν ᾿Ιησοῦν, ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων ὧν ἐλάλησεν ὁ Θεὸς διὰ στόματος πάντων τῶν ἁγίων αὐτοῦ προφητῶν ἀπ᾿ αἰῶνος. Μωῡσῆς μὲν γὰρ πρὸς τοὺς πατέρας εἶπεν ὅτι προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς. Ἔσται δὲ πᾶσα ψυχή, ἥτις ἐὰν μὴ ἀκούσῃ τοῦ Προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ. Καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν, καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας. Ὑμεῖς ἐστε υἱοὶ τῶν Προφητῶν καὶ τῆς διαθήκης ἧς διέθετο ὁ Θεὸς πρὸς τοὺς πατέρας ἡμῶν, λέγων πρὸς ᾿Αβραάμ· καὶ ἐν τῷ σπέρματί σου ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς· ὑμῖν πρῶτον ὁ Θεὸς ἀναστήσας τὸν παῖδα αὐτοῦ ᾿Ιησοῦν ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.


Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ἰωάννην
β΄ 1 - 11
     Τῷ καιρῷ ἐκείνῳ γάμος ἐγένετο ἐν Κανᾶ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ· 2 ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον. 3 καὶ ὑστερήσαντος οἴνου λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν· Οἶνον οὐκ ἔχουσιν. 4 λέγει αὐτῇ ὁ Ἰησοῦς· Τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου. 5 λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις· Ὅ,τι ἂν λέγῃ ὑμῖν ποιήσατε. 6 ἦσαν δὲ ἐκεῖ ὑδρίαι λίθιναι ἓξ κείμεναι, κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. 7 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Γεμίσατε τὰς ὑδρίας ὕδατος. καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. 8 καὶ λέγει αὐτοῖς· Ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ· καὶ ἤνεγκαν. 9 ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον - καὶ οὐκ ᾔδει πόθεν ἐστίν· οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ - φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος 10 καὶ λέγει αὐτῷ· Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησι, καὶ ὅταν μεθυσθῶσι, τότε τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι. 11 Ταύτην ἐποίησεν τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾶ τῆς Γαλιλαίας καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.


Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

Μεγαλυνάριον.
Χαίροις Ἀθλοφόρων ἡ καλλονή, χαίροις τροπαιοῦχε καὶ ἐν Μάρτυσι θαυμαστέ, χαίροις Χριστοφόρε, Χριστοῦ ὁ στεφανίτης, καὶ πάντων τῶν Ἀγγέλων ὁ ὁμοδίαιτος.





Προσευχή στον Αγιο Χριστόφορο
     γιε Μεγαλομάρτυς τοῦ Θεοῦ Χριστοφόρε  πολύαθλε, πρὶν κρατήσω σήμερα τὸ τιμόνι στὰ χέρια μου, Σὲ ἱκετεύω· μὲ τὴ Μαρτυρική σου παρρησία πρὸς τὸν Χριστό, βοήθησε με  νὰ διέλθω ἀβλαβῶς ὅλους τους κίνδυνους τῆς ἀσφάλτου, ἔχοντας Σε δίπλα μου ἀρωγὸ καὶ Προστάτη μου. Κράτησε μαζί μου στιβαρὰ τὸ τιμόνι καὶ φώτιζε με νὰ ὁδηγῶ ψύχραιμα, συνετά, πειθαρχημένα, εἰρηνικὰ εὐγενικὰ καὶ μὲ πλήρη συναίσθηση τῆς ὁδηγητικῆς εὐθύνης. Δῶσε μου μάτια προσεκτικὰ καὶ ἐπαγρύπνηση ἀνύστακτη, ὥστε καμία ἐνέργειά μου νὰ μὴν ἀπειλήσει τὴν ζωὴ ἡ τὴν ὑγεία τῶν ἄλλων. Ἀλλὰ καὶ ἀπὸ τὶς ἀπροσεξίες τῶν ἄλλων αὐτοκινητιστῶν προστάτευσέ με ,Ἅγιε Προστάτα τῶν (ἐπικαλουμένων Σὲ μὲ πίστη) ὀδηγῶν. 



Παράκλησις στον μάρτυρα Άγιο Χριστόφορο
Ποίημα Ἀβιμέλεχ Μοναχοῦ Ἁγιορείτου

Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρνβ’ (142) Ψαλμός, τό Θεός Κύριος μετά τῶν στίχων αὐτοῦ καί τά Τροπάρια.

 Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ Χριστοφόρου τῷ τεμένει προσδράμωμεν, καὶ τὴν αὐτοῦ κάραν σεπτήν ἀσπασώμεθα, ἐκ κατωδύνου κράζοντες ψυχῆς πρὸς αὐτόν· Ἀθλοφόρε πρόφθασον, ἐκ χαλάζης καὶ σῶσον, ὅτι τιμωρούμεθα, ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς δέησιν ἡμῶν, καὶ γὰρ προστάτην, θερμόν σε κεκτήμεθα.

Δόξα. Ὁ αὐτός. Ταχὺ προκατάλαβε.
Σοφίαν ἐν λόγοις σου πεπλουτηκὼς πρὸς Χριστοῦ, ἐλέγχεις τὸν Δέκιον, καὶ τοὺς λοιποὺς ἀσεβεῖς· ἐντεῦθεν καὶ εἵλκυσας, ἄνδρας τε καὶ γυναῖκας, πρὸς εὐσέβειαν μάκαρ· τέρασι καὶ σημείοις, Χριστοφόρε ἐκλάμπων· διό σε τῶν Μαρτύρων κλέος κηρύττομεν.

Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμός ν’ (50).  Εἶτα ὁ Κανών.

ᾨδὴ α΄. Ἦχος πλ. α’. Ἁρματηλάτην Φαραώ.
Τιμωριῶν αἱ συμφοραὶ κατέλαβον τὴν τάλαινάν μου ψυχήν, ἁμαρτιῶν νέφη, τὴν ἐμὴν μαστίζουσι, ζωήν· διὸ αἰτοῦμαί σε, Ἀθλοφόρε Κυρίου, ὑπὲρ Οὗ σὸν αἷμα ἐξέχεας, κούφισον τὸν δοῦλόν σου τάχιον.

Νῦν ἤλπισα ἐπὶ τὴν σὴν ἀντίληψιν πρεσβείαν τὴν κραταιάν, καὶ σῇ προστασίᾳ, εὐλαβῶς προσέδραμον· παρακαλῶ καὶ δέομαι, Χριστοφόρε καὶ στένω, μὴ μὴ παρίδῃς δονούμενον, πάντων χριστωνύμων προσφύγιον.

Ἐκ παντοίων με ἀναγκῶν καὶ θλίψεων καὶ τῶν πολλῶν δυσχερῶν, καὶ τῶν δεινῶν βίου, κουφισθεὶς προσφέρω σοι, καὶ τῇ γενναίᾳ ἀθλήσει σου, τὸν ἔπαινον καὶ γέρα, κάρᾳ σεπτῇ σου Χριστοφόρε, ὀργὴν Κυρίου ἐκμειλίσσουσαν.

Θεοτοκίον.
Οὐ σιωπήσω τοῦ βοᾶν τρανότατα τὰ μεγαλεῖα τὰ Σά· εἰ μὴ γὰρ Σὺ Κόρη, πάντοτε προΐστασο, ὑπὲρ ἐμοῦ πρεσβεύουσα, τῷ Υἱῷ καὶ Θεῷ Σου, τίς ἐκ τοσούτου με κλύδωνος, καὶ δεινῶν κινδύνων ἐῤῥύσατο.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐξαπορήσω πάσης προστασίας κράζω σοι πρόφθασον, θερμὲ ἀντιλήπτωρ, καὶ σὴν βοήθειαν πάρεχε τῷ δούλῳ σου, Μεγαλομάρτυς ἔνδοξε, καὶ τὴν σήν μοι δώρησαι, ἐλευθερίαν δεινῶν.

Ἐθαυμαστώθης ὄντως ἐν τῷ κόσμῳ Ἅγιε, ἐπιδαψιλεύων αἰτοῦσι, σεπτά σου θαύματα· καὶ γὰρ τῆς χαλάζης, ὄμβρους καὶ βόλους ἀπείργεις, θερμῇ ἀντιλήψει σου, πᾶσι τοῖς δούλοις σου.

Καταιγίδες ἔπνευσαν καὶ ἀνέμων δονήσεις, καὶ κακόχυμοι κράσεις, καὶ ἀνεμοστρόβιλοι· ἀλλὰ σὺ πρόφθασον, ὡς ταχινὸς βοηθός μου, καὶ ῥῦσαί με τῶν κακῶν, καὶ τῆς μελλούσης ὀργῆς.

Θεοτοκίον.
Καταιγίς με χειμάζει τῶν συμφορῶν Δέσποινα, καὶ τῶν λυπηρῶν τρικυμίαι καταποντίζουσιν· ἀλλὰ προφθάσασα, χεῖρά μοι δὸς βοηθείας, ἡ θερμὴ ἀντίληψις, καὶ προστασία μου.

     Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους Χριστοφόρε· ἡμεῖς γὰρ μετὰ Θεὸν πρὸς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχός τε καὶ προστάτην.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πρέσβυν σε θερμόν, κεκτήμεθα πρὸς Κύριον, πρόμαχον στεῤῥόν, καὶ νόσων ἀμυντήριον, ἐκτενῶς σοι κράζομεν· Χριστοφόρε Ἀθλητὰ πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ὡς ταχὺς βοηθὸς δεομένων σου.

ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
Καὶ πῶς λοιπόν, μὴ σὴ ζητῶ ἀντίληψιν; ἢ προσφύγω, ἐν σοὶ καὶ σωθήσομαι; Τίνα θερμὸν ἔξω βοηθόν, συμφοραῖς παλαίειν, καὶ ὀργῇ θείᾳ κλονούμενος; Σὲ αἰτοῦμαι πρέσβυν, καὶ προστάτην μεσίτην τε, καὶ προσπίπτω τῇ κάρᾳ σου σῶσόν με.

Τὸν ποταμόν, τὸν δροσερὸν τῶν θαυμάτων σου, τὸν πλουσίως ἄνωθεν δωρούμενον, τοῖς εὐσεβέσι καὶ ταπεινοῖς, Ἅγιε σοῖς δούλοις, προσπίπτουσι καὶ αἰτοῦσί σε· ὀργῆς ἀπαλλαγέντες, μεγαλύνομεν Μάρτυς, καὶ προστρέχομεν κάραν σου πάντιμον.

Σὲ τὸν λαμπρόν, τῆς εὐσεβείας ὑπέρμαχον, εὐφημοῦμεν, τεῖχος σε κηρύττοντες, καὶ καταφύγιον τῶν πιστῶν, Χριστοφόρε Μάρτυς· μὴ οὖν παρίδῃς σοὺς ἱκέτας, ἡ χαρὰ θλιβομένων, ἰατρὸς ἀσθενούντων, κλονουμένων ἰσχὺς καὶ ἑδραίωμα.

Θεοτοκίον.
Πῶς ἐξειπεῖν, Σοῦ κατ’ ἀξίαν δυνήσομαι, τοὺς ἀμέτρους, οἰκτιρμοὺς ὦ Δέσποινα, τοὺς τὴν ἐμὴν πάντοτε ψυχήν, δεινῶς πυρουμένην, ὡς ὕδωρ περιδροσίσαντας; ἀλλ’ ὢ τῆς Σῆς προνοίας, καὶ τῆς εὐεργεσίας, ἧς ἀφθόνως αὐτὸν παραπήλαυσα.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Εὐχαρίστως κράζει σοι· χαῖρε θεοδόξαστε, χαῖρε θεόσοφε, χαῖρε θεῖον εὖχος, χαῖρε εὐσεβῶν φύλαξ παμπόθητος, χαῖρε εὐζωΐα, καὶ ἀρωγὲ καὶ σωτηρία, τῶν εἰς σὲ προστρεχόντων ἐκ πίστεως.

Οἱ μισοῦντές με μάτην, ἐχθροὶ παλαιμναῖοι, λάκκον μοι ὤρυξαν, καὶ ζητοῦσιν ἅμα, τὸ ταλαίπωρον σῶμα προστρῖψαί μου, καὶ καταβροχθίσαι, ζωὴν ψυχὴν ἐπιζητοῦσιν· ἀλλ’ ἐκ πάντων πρόφθασον ἐκλύτρωσαι.

Ἀπὸ πάσης χαλάζης, καὶ ὀργῆς καὶ νόσου, καὶ θλίψεως λύτρωσαι, τῇ σῇ μεσιτείᾳ, καὶ εὐχῇ σὺ φύλαξον ἄτρωτα, ἐκ παντὸς κινδύνου, κήπους ἀργούς τε καὶ ἀμπέλους, τιμώντων σε Μάρτυς πολύαθλε.

Θεοτοκίον.
Ἀπὸ πάσης ἀνάγκης, θλίψεως καὶ νόσου καὶ βλάβης με λύτρωσαι, καὶ τῇ Σῇ δυνάμει, ἐν τῇ σκέπῃ Σου φύλαξον ἄτρωτον, ἐκ παντὸς κινδύνου, καὶ ἐξ ἐχθρῶν τῶν πολεμούντων, καὶ μισούντων με Κόρη πανύμνητε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Τὰ νέφη, τῶν συμφορῶν ἐκάλυψαν, τὴν ῥεούσάν μοι ζωὴν καὶ τὴν κτῆσιν, καὶ κλονισμόν, ἐπιφέρουσιν Ἅγιε· ἀλλ’ ὡς ἀθλήσας γενναίως ὑπὲρ Χριστοῦ, ἀπέλασον πάντα μακράν, εὐπροσδέκτοις εὐχαῖς σου πρὸς Κύριον.

Ἀνάψυξιν, ἐν τοῖς δεινοῖς σὲ ἔτυχον, καὶ φύλακα καὶ ζωῆς μου προστάτην, καὶ τέλος καταστροφὴν τῶν βλαπτόντων, καὶ ποταμὸν συμπαθείας ἀδάπανον, καὶ πασῶν μου τῶν συμφορῶν, Χριστοφόρε τὴν ταχεῖαν ἐπίλυσιν.

Κηρύττω σου, τὴν θερμήν τε πρεσβείαν, καὶ τὴν παῦσιν τῶν κακῶν μου ἁπάντων· καὶ τὴν ῥοήν, τῶν θαυμάτων σου Μάρτυς, καὶ τὴν πολλὴ συμπαθῆ σου ἀντίληψιν, χριστώνυμε τῶν Ἀθλητῶν, τὸ ἐξαίσιον θαῦμα καὶ σέμνωμα.

Θεοτοκίον.
Ἐκύκλωσαν, αἱ τοῦ βίου με ζάλαι, ὥσπερ μέλισσαι κηρίον Παρθένε, καὶ τὴν ἐμήν, κατασχοῦσαι καρδίαν, κατατιτρώσκουσι βέλη τῶν θλίψεων, ἀλλ’ εὕροιμί Σε βοηθόν, καὶ διώκτην καὶ ῥύστην πανάχραντε.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους Χριστοφόρε· ἡμεῖς γὰρ μετὰ Θεὸν πρὸς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχός τε καὶ προστάτην.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστάτην σε ἐπικαλούμεθα ἄγρυπνον, καὶ μεσίτην ὑπὲρ ἡμῶν τῷ Θεῷ εὐδυσώπητον· μὴ παρίδῃς σῶν ἱκετῶν δεήσεων φωνάς, ἀλλ’ ἐπάκουσον ὡς συμπαθής, ἐπὶ τὴν δέησιν ἡμῶν, τῶν πιστῶς προσφευγόντων σοι· ἔκτεινον σὴν πρεσβείαν, καὶ σπεῦσον εἰς μεσιτείαν, ὁ προστατεύων ἡμᾶς, Χριστοφόρε τιμῶντάς σε

Προκείμενον. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον Μαρτυρικόν.
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Μὴ ἀποστερήσῃς με σῆς εὐπροσδέκτου πρεσβείας, Χριστοφόρε ἔνδοξε, ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτου σου· καὶ γὰρ συνέχει με, θλῖψις οὐ βαστάζω, τὰ δεινὰ καὶ πέποιθα, τῇ σῇ ἀντιλήψει πανεύφημε, μὴ γὰρ ἀποῤῥίψῃς, κατώδυνον δέησιν ἡμῶν, ἀλλ’ ἀπολύτρωσαι Ἅγιε, πάντας τοὺς τιμῶντάς σε.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Φῶς ὁ κηρύξας Χριστοφόρε, τιμωρούμενον ὀργὴ τοῦ Θεοῦ Λόγου, ἀνακούφισον σύ, φωτὶ τῶν πρεσβειῶν σου· ὅπως πιστῶς γεραίρω σε, καὶ προστρέχω σῇ πρεσβείᾳ.

Φύλαξ γενοῦ μοι καὶ προστάτης, καταφύγιον καὶ κραταιὸς μεσίτης, στερηθέντα λοιπόν, ἁπάσης βοηθείας, Μεγαλομάρτυς ἔνδοξε, σὺ ἐκλύτρωσαι κινδύνου.

Ὅλῃ ψυχῇ τε καὶ καρδίᾳ, διανοίᾳ τε καὶ χείλεσι δοξάζω, ἀπολαύσας τῆς σῆς, μεγάλης προστασίας, ἐκλυτρωθεὶς κινδύνου τε, καὶ ὀργῆς τῆς ἐκ χαλάζης.

Θεοτοκίον.
Βλέψον ἱλέῳ ὄμματί σου, καὶ ἐπίσκεψαι τὴν κάκωσιν ἣν ἔχω, καὶ δεινῶν συμφορῶν, καὶ βλάβης καὶ κινδύνων, καὶ πειρασμῶν με λύτρωσαι, ἀμετρήτῳ Σου ἐλέει.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα.
Διὰ φίλτρον Δεσπότου θεομάκαρ, σὺ παρεῖδες στεῤῥέ, αἰκίσεις τοῦ Δεκίου, καὶ τὰς πολλὰς βασάνους, ἀλλὰ δίδου μοι χεῖρα Χριστοφόρε, λυτρωσάμενός με, τῶν συμφορῶν πασῶν τε.

Ἐπιφοραὶ κίνδυνοι καὶ ἀνάγκαι, εὕροσάν με Μάρτυς, καὶ κακόχυμοι βίαι, καὶ βλαπτικῶν ἀνέμων αἱ ἀντίπνοιαι· ἀλλὰ λύτρωσαί με, αὖθις περαιτέρω, τῆς τῶν ἁπάντων βλάβης.

Σὺ αἰτήσω παρὰ τοῦ πάντων Δεσπότου, τοῦ λυτροῦσθαι πιστῶν, τοὺς κήπους καὶ ἀμπέλους, καὶ πἆν εἶδος ἑορταζόντων σε Μάρτυς· ὅπερ ἐξεπλήρου, σὺ καὶ ὁ Δεσπότης, παμμάκαρ Χριστοφόρε.

Θεοτοκίον.
Περιστάσεις καὶ θλίψεις καὶ ἀνάγκαι, εὕροσάν με Ἁγνή, καὶ συμφοραὶ τοῦ βίου, καὶ πειρασμοί με πάντοθεν ἐκύκλωσαν· ἀλλὰ πρόστηθί μοι, καὶ ἀντιλαβοῦ μου, τῇ κραταιᾷ Σου σκέπῃ.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Πρὸς ποῖον νῦν προσφύγω Μάρτυς σοφέ; ἢ προσπέσω θερμῶς καὶ λυτρώσεται; Ποῦ πορευθῶ; Ποίαν ἄλλην εὕρω τὴν προσφυγήν; Ποίαν λοιπὸν ἀντίληψιν; Καὶ τίς ἐν ταῖς θλίψεσι βοηθεῖ; Εἰς σὲ μόνον ἐάσω, ἐμὲ καὶ κτῆσιν πᾶσαν, ὦ Χριστοφόρε θαυματόβρυτε.

Οὐκ ἔστιν ἀριθμήσασθαι δυνατόν, μεγαλεῖα σῆς κάρας θεόσοφε, καὶ τὴν πληθύν, ὅσων θαυμασίων τίς ἐξειπεῖν; τῶν πιστῶς ἐκτελούντων σου, μέμνησο σὴν ἁγίαν μνήμην ὦ Ἀθλητά· καὶ εὐσεβῶς τιμῶσι, καὶ στοργῇ σεβομένοις, ἡμῖν γενοῦ τε πρέσβυς ἄγρυπνος.

Ἐπίσκεψαι ἐξ ὕψους μάκαρ σοφέ, κἀμὲ τὸν σόν, ἄτορον ὑμνολόγον, καὶ τοὺς ἐμοί, αἰτίαν ταύτην δόντας, ἀγάπης στοργῇ πολλῇ· καὶ τὰς ἀμπέλους φύλαττε, καὶ κήπους καὶ ἀρούρας σῶν ἱκετῶν, καὶ ἐξ ὀργῆς χαλάζης, καὶ πάσης ἄλλης νόσου, χριστώνυμε καὶ Μάρτυς λύτρωσαι.

Θεοτοκίον.
Ἐν ὕμνοις εὐχαρίστοις δοξολογῶ, καὶ γεραίρω τὸ ἄμετρον ἔλεος, καὶ τὴν πολλήν, δύναμίν Σου πᾶσιν ὁμολογῶ· καὶ τὰς εὐεργεσίας Σου, ἃς ὑπερεκένωσας εἰς ἐμέ, κηρύττω μεγαλύνω, ψυχῇ τε καὶ καρδίᾳ, καὶ λογισμῷ καὶ γλώσσῃ πάντοτε.



Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Σιδηρᾷ σου ῥάβδῳ τῶν προσευχῶν, Χριστοφόρε Μάρτυς ἀποδίωξον ἐφ’ ἡμῶν, τὰς λοιμώδεις νόσους, καὶ βράβευσον εἰρήνην, τοῖς πίστει ἐκτελοῦσι σοῦ τὸ μνημόσυνον.

Δεῦτε ἐπαξίως οἱ εὐσεβεῖς, μέλψωμεν ἐν ὕμνοις, Χριστοφόρον τὸν Ἀθλητήν, μέγιστον φανέντα, ἐ Μάρτυσι καὶ στέφος, διὰ χειρὸς Κυρίου ἀναδεξάμενον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντων, σὺ προστάτης ἀληθής, τῶν ἑορταζόντων σὴν μνήμην, Ἀθλητὰ γεγένησαι, Χριστοφόρε πανεύφημε· ὡς γὰρ ἐξαιτήσω, τοῦτο καὶ ἀπείληφας, παρὰ τοῦ σοῦ Ἰησοῦ, προσβολὴν χαλάζης σοβεῖς, θεραπεύεις νόσους, καὶ πάσαν ἐπήρειαν λύεις· ὅθεν, καὶ αἰτοῦμέν σε Μάρτυς, οἱ δοῦλοί σου, ὕψωσον ἱκέτιδας χεῖρας, καὶ ῥῦσαι ὀργῆς τοὺς τιμῶντας, καὶ τὴν θείαν μνήμην σου γεραίροντας.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 Δι’ εὐχῶν

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου